Ancient Greek
1441
Damascius, In Parmenidem 1441
Unproofread scanNot analysed yet
τὸ γίγνεσθαι· καὶ τὸ μὲν γίγνεσθαι παρεπομένην εὐθὺς ἔχει τὴν οἰκείαν φθοράν, τὸ δὲ εἶναι τῷ μὴ εἶναι σύνεστιν, ἡγούμενον ἐπομένῳ. Διὰ τί δὲ ἐκ τῶν ἀποφάσεων ἤρξατο τῆς ἐσχάτης τετράδος; ἢ ἔδει ἀπὸ καταφάσεως ἀρξάμενον εἰς κατάφασιν τελευτῆσαι· καὶ γὰρ ὁ τῆς γενέσεως κύκλος ἀπὸ γενέσεως εἰς γένεσιν. Μήποτε δὲ ἐν τοῖς ἄλλοις ἡ μὲν γένεσις ἀπὸ τοῦ δυνάμει