Ancient Greek
1457
Damascius, In Parmenidem 1457
Unproofread scanNot analysed yet
δὲ τὸ ἑνδέκατον ἀπορήσειεν ἂν τις, εἰ διάστημα ὁ χρόνος, ὡς συνθήσει αὐτὸν τὸ ἀδιάστατον· μυρία γὰρ ἐπὶ μυρίοις τὰ νῦν συνελθόντα ἐν ποιεῖ νῦν ἀδιάστατον, ἀλλ’ οὔτε ἡμιωρίαν οὔτε ὁποιοῦν μόριον ὧρας. Διότι πᾶν ἐπ’ ἄπειρον εἰς τὰ νῦν οὐ παύσεται διαιρούμενον· εἰ γὰρ καὶ ἀσώματος ὁ χρόνος, ἀλλ’ οὐκ ἀδιάστατος, ἐπεὶ καὶ τὸ μαθηματικὸν μέγεθος ἀσώματον, ἀλλ’ ὅμως