Ancient Greek
1462
Damascius, In Parmenidem 1462
Unproofread scanNot analysed yet
τόπον ἐπὶ συνεχοῦς κινεῖται διωρισμένων σύγκειται ὁ χρόνος, ἀλλ’ οὐκ ἐκ τῶν ἀμερῶν νῦν, δηλοῖ αὐτοῦ τὸ ἐπὶ ψυχῆς παράδειγμα. Ἔστω μὲν γὰρ συνεχὴς ἡ ψυχικὴ νόησις, διοριζέσθω δὲ ταῖς μεταβάσεσι καθορώσης μὲν δικαιοσύνην, καθορώσης δὲ σωφροσύνην, καθορώσης δὲ ἐπιστήμην. Ἄρα οὖν καθ’ ἕκαστον εἶδος ἐν νῦν διατρίβει μόνον, ἢ χρόνον ὅλον ἔστηκεν ἐν ἑκάσῳ; εἰ μὲν γὰρ τοῦτο, ἅλμασιν