Ancient Greek
1465
Damascius, In Parmenidem 1465
Unproofread scanNot analysed yet
παρὰ τὰ δύο νῦν· καὶ ὅτι τοῦτο τὸ διάστημα κέκληκεν νῦν ὁ Παρμενίδης ἐδήλωσεν χρόνον αὐτὸ ὀνομάσας· λέγει γάρ· «ἆρα οὐχ ὅταν κατὰ τὸν νῦν χρόνον, ἢ γιγνόμενον τὸν μεταξὺ τοῦ ἤν τε καὶ ἔσται;» καὶ ὅτι πλάτος ἔχει τοῦτο τὸ νῦν, καὶ ὅλον τί ἔστι καὶ μέρη ἔχει, σαφέστατα παρέστησεν ἐπαγαγών· «τὸ γὰρ πρῶτον οὕτως ἔχει, ὡς ἀμφοτέρων ἐφάπτεσθαι,