Ancient Greek
1475
Damascius, In Parmenidem 1475
Unproofread scanNot analysed yet
τὰ ἄλλα καὶ ἑαυτὸ διὰ μὲν τοῦ νεωτέρου ἀνανεοῖ τε καὶ εἰς φῶς ἄγει, διὰ δὲ τοῦ πρεσβυτέρου ἀφανίζει τε καὶ καταμαραίνει, διὰ δὲ τοῦ ἰσηλίκου ἢ συνηλίκου συνέχει ἕκαστον ἐν τῷ εἶναι ὃ ἔστιν ἐν τῷ νῦν. Ἄμελει καὶ αὐτὸς ὁ Παρμενίδης ἐν τῷ νῦν ὁρᾷ τὸ ἰσηλικον, ὃ οὔτε νεώτερόν ἐστιν οὔτε πρεσβύτερον. Ἔτι δὲ ἐπειδὴ ἡ γένεσις