Ancient Greek
1478
Damascius, In Parmenidem 1478
Unproofread scanNot analysed yet
ἰδιό|τητα, οὕτω νεώτερον αὐτῶν, ὅτι τοῦ νεωτέρου μεταδίδωσιν ν. δίδωσιν αὐτοῖς οὖσιν πολυμερίστοις καὶ πρεσβυτέροις, καὶ οὕτω πρεσβύτερον αὐτῶν, ὡς διαιροῦν αὐτὰ καὶ πλουτίζον τοῖς πολλοῖς εἴδεσιν. Διὸ τὸ μὲν διηρημένον τοῦ ἑνὸς τὸ τῶν ἄλλων ἡνωμένον εἰδῶν πληροῖ διαιρέσεως, τὸ δὲ ἡνωμένον τοῦ ἑνὸς τὸ διακεκριμένον ἑνοποιεῖ τῶν εἴδων. Ἔτι δὲ ἕκτον κατὰ τὸν Παρμενίδην τὸ ἕν πρότερόν