Ancient Greek
148
Damascius, In Parmenidem 148
Unproofread scanNot analysed yet
τάξει τῶν νοητῶν, καθόσον ἐτεροιοῦται τὰ μέρη, πρὸς τε ἄλληλα καὶ τὸ ὅλον. Εἰ καὶ μήπω διακέκριται, ἀλλ’ ἔτι διακρίνεται. Κίνησις μὲν γὰρ καὶ στάσις ὁρᾶται σαφῶς καὶ τελείως ἐν τῷ κινεῖσθαί τε καὶ ἐστάναι· οἷον γὰρ γενέσις τις ἡ κίνησις· ἡ δὲ ἑτερότης καὶ ταυτότης εἶδός τι ἤδη καὶ συμπέρασμα τῆς γενέσεως. Διὸ κατ’ αἰτίαν ἐκεῖ, ἡ εἰδητικὴ ὁλότης.