Ancient Greek
1484
Damascius, In Parmenidem 1484
Unproofread scanNot analysed yet
μέσην ζώην ἐνδεδειγμένην. Ἵσως δὲ καὶ ταῦτα τῶν πρὸς τὰ ἄλλα ἔστιν συμπερασμάτων, ὅτι γνωστόν καὶ δοξαστόν καὶ αἰσθητόν τὸ ἕν. Ἔτι δὲ τέταρτον, ἐπειδή τὸ πρῶτον ἐν ἀγνωσίῳ εἶναι, δεῖ κατασκευάσαι ὅτι γνωστόν τὸ δεύτερον, ἵνα μὴ δοκῇ τοσαῦτα συμπεραίνεσθαι περὶ ἀγνώστου πράγματος. Φέρε νῦν τοῖς συλλογισμοῖς ἐπεξιώμεν, ὅσα δεῖται προσθήκης τινὸς ἐπὶ ταῖς ἐξηγήσεσι τοσαῦτα ἡμεῖς προστιθέντες.