Ancient Greek
1489
Damascius, In Parmenidem 1489
Unproofread scanNot analysed yet
αἰώνιον εἰκόνα καὶ ὁ Τίμαιος αὐτὸν ἐποίησεν. Καὶ ὅτι ἐπειδὴ ἐν οἷς πλεῖον τὸ εἶδος ὁτιοῦν, ταῦτα μᾶλλον ἐμφαίνει τὸ εἶδος, τὸ δὲ πρεσβύτερον μᾶλλον τοῦ νεωτέρου μεμέστωται τοῦ χρόνου. Τάχα δ’ ἂν καὶ διὰ τοῦτο προαποδείκνυσιν τὸ γιγνόμενον, ὅτι τοῦτο διὰ τῆς ἐναργοῦς τοῦ χρόνου κινήσεως δείκνυται· ἐκεῖνο δὲ τὸ ὂν λέγω διὰ τῆς στάσεως, σιάσεως, ἣν οὐ ῥάδιον