Ancient Greek
1491
Damascius, In Parmenidem 1491
Unproofread scanNot analysed yet
τὸ εἶναι· ἀλλ’ οὐχ ὅλη ἤδη ἔστιν ὁ ἔστιν· ὁ δὲ χρόνος μετρεῖ τὴν γένεσιν, πορευόμενος πορευομένην. Οὐκ ἄρα τὴν ἐν τῷ νῦν ἐπίσχεσιν τὴν ἐν παραστάσει ἀκουσίῳ στάσιν ἀντικειμένην τῇ κινήσει· ἀλλ’ ἦτοι τὸ μεταξὺ τῆς πορείας τοῦ τε χρόνου καὶ τῆς γενέσεως, ὂν τε καὶ νῦν ἀπολαμβανόμενον, ἀμερὲς μεριστῆς, τοῦ μὲν χρόνου τὸ νῦν, τῆς δὲ νῦν γενέσεως