Ancient Greek
1498
Damascius, In Parmenidem 1498
Unproofread scanNot analysed yet
εἰς τὸ δεύτερον ἔχεται τοῦ προτέρου ἔτι κατὰ τὴν ἀρχὴν τοῦ δευτέρου πέρας οὖσαν τοῦ προτέρου. Οὕτω γὰρ καὶ ἡ συνέχεια τοῦ χρόνου τοῦτό ἐστιν· ἐκ γὰρ τῶν τοιούτων μέτρων ὁ χρόνος, καὶ οὐδὲν ἄλλο, ἢ ἄλλο καὶ ἄλλο ἀεὶ τὸ τοιοῦτον. Οὕτω καὶ ἡ γένεσις ἄλλο καὶ ἄλλο ὅν ἐνδιδόμενον ἀπὸ τοῦ ὄντος. Ἐπὶ δὲ τούτοις, συλλαβὼν τὸ νεώτερον