Ancient Greek
15
Damascius, In Parmenidem 15
Unproofread scanNot analysed yet
κοινόν. Τί δέ, τὰ χεῖρω οὐ μετέχει σαφῶς τῶν ὑπερτέρων, οἷον ἡ ὕλη τῶν εἰδῶν τὸ γοῦν ξύλον ἐσχημάτισται καὶ τέτμηται τῷ πρίονι, καὶ εἰς θρόνον μεμόρφωται, τὸ δὲ σῶμα οὐ ζῇ καὶ κινεῖται ἐνδοθεν, οὐχ ἧπερ τὸ ἄψυχον ἐξωθεν; ὁ δὲ ἀὴρ καὶ πᾶν τὸ ὑποσέληνον οὐ φωτίζεται τῷ οὐρανίῳ φωτί; οὐ πᾶσι δὲ τοῖς ἐνύλοις τὰ ἄυλα χορηγεῖ