Ancient Greek
1504
Damascius, In Parmenidem 1504
Unproofread scanNot analysed yet
γίγνεσθαι εἶναι δεῖ τὰ ἄλλα, οὔπω μετασχόντα τοῦδε τοῦ ἑνός, ταῦτα δὲ εἰς γένεσιν καθιστάμενα ἐπὶ πᾶσιν εἰδοποιεῖται τῷ γεννητῷ τούτῳ ἑνί. Καθόσον μὲν δὴ τελειοῦται τὰ ἄλλα ὑπὸ τοῦδε τοῦ ἑνός, ἐπὶ πᾶσιν τὸ ἕν ἐπιγίνεται, καθόσον δὲ γεννᾶται, προῦπ- άρχει τῶν γεννωμένων, καθόσον δὲ ὁμοῦ τὸ συναμφότερον ἰσήλικον τὸ ἕν τοῖς ἄλλοις· ὁμοῦ γὰρ καὶ γεννᾶται καὶ τελειοῦται.