Ancient Greek
154 to 157
Damascius, In Parmenidem 154-157
Unproofread scanNot analysed yet
συνεχούσῃ παρατάσει τοῦ αἰῶνος τὴν κίνησιν. Διὸ τρίτη, ὡς ὕλης· εἰδοποιεῖται δὲ τῇ κινήσει, καθ' ἣν διαιρεῖται· καὶ ἔτι μᾶλλον τῷ αἰῶνι, καθ' ὃν καὶ ἡ διαίρεσις συνεχίζεται. Διὸ καὶ ὁλότης ἔδοξεν εἶναι ὁ αἰών, ὅτι συνέχει μεριστὴν οὖσαν φύσει τὴν κίνησιν. Καὶ ἡ ζωὴ τὸ συνεκτικὸν ἔχει, ὡς μετέχουσα τοῦ αἰῶνος· καὶ ὁ αἰὼν ὅλος, ὅτι μετἔχει ὁλότητος· καὶ γὰρ ἐν αὐτῷ μερῶν τάξις, ὡς ἐν τοῖς μέρεσι καὶ τῷ ὅλῳ ἡ κίνησις. Καὶ σὺν τῇ κινήσει ἡ παράτασις τοῦ ἀεί. Τὸ ἐκ τούτων πάντων, ὁ νοητὸς ἐστὶ δεύτερος κόσμος, πρῶτος ὅλος ἀνευφημούμενος, ὅτι πρῶτος προὐβάλλετο μερῶν διάκρισιν ἠνωμένην. Ἀλλὰ γὰρ ἐπὶ τὸ τρίτον ἤδη τῶν ἐξ ἀρχῆς ἡμῖν προβληθέντων μετίωμεν ὅν τινα ἂν τις τρόπον ταῦτα θεάσαιτο· καὶ ὡς τὰ αὐτά, καὶ ὡς ἕτερα, καὶ ὡς ὁμοταγῆ, καὶ ὅλως εἰπεῖν, ὅπως τὴν δευτέραν τάξιν τῶν νοητῶν συμπληροῖ, καὶ ὅπως τοσοῦτον ἐν αὐτῇ πλῆθος ποιοῦμεν. Μήποτε οὖν ῥητέον ὡς τὸ μὲν νοητὸν καὶ τὸ ὂν ἀδιάκριτον, ἡ δὲ ὕφεσις ἐν τῇ δευτέρᾳ τάξει παρέλυσε τὴν ἄκραν τοῦ ὄντος ἕνωσιν, καὶ ἐγένετο διάκρισις. Καὶ εἰ τις οὖν τῶν γενῶν τοῦ ὄντος ἤδη γεννωμένων, ἀπὸ τοῦ ὄντος καὶ μέχρι ὠδῖνος ἡ γέννησις ἐστίκεν· ὁ γὰρ τόπος ἐν τῇ τρίτῃ τάξει, ἀλλ' ἡνωμένος ὅτι μάλιστα τῷ τεκόντι, μᾶλλον δὲ τῷ τίκτοντι. Ὡς μὲν τοίνυν ὂν διακριθὲν εἰς τὰ γένη, ὅλον ἀπλῶς ἐστὶ καὶ μέρη, ὡς δὲ εἰς πέρας καὶ ἄπειρον, αἰών· καὶ γὰρ ὁ αἰὼν πέρας μὲν ἔχει