Ancient Greek
1541
Damascius, In Parmenidem 1541
Unproofread scanNot analysed yet
οἷον αὐτὸ τὸ ὑποκείμενον, τὸ ἑν ἔστιν καὶ οὐχ ἑν, καὶ πολλά καὶ οὐ πολλά, καὶ ὄν καὶ μὴ ὄν· καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον ἀντιθέμενα, ἃ συλλαβὼν ὁ Τίμαιος πάντα, μεριστὸν ἔφατο ἢ καὶ ἀμέριστον· ὧν τὸ μὲν ἀμέριστον ἀληθὲς ἕκαστον ἀποφαίνει, τὸ δὲ μεριστόν, ψευδάνυμον. Διόπερ ὁ Παρμενίδης τῷ ἀποφατικῷ τῶν ἀληθῶν εἰσηγεῖται τὰ εἴδωλα αὐτῶν,