Ancient Greek
1547
Damascius, In Parmenidem 1547
Unproofread scanNot analysed yet
οὐράνιον, ἀλλ’ οὐκ ἔγγειον κατὰ τὸν Τίμαιον· μᾶλλον δὲ καὶ ἐπὶ τούτων τὸ μίγμα ἀληθέστατον οὐράνιον καὶ ἔγγειον, καὶ οὔτε οὐράνιον οὔτε ἔγ|γειον. Οὐκοῦν ὑποσέληνον μὲν ὡς χρόνου μετέχον, ὡς δὲ ἄχρονον ἐφεξῆς ἀποδεικνύμενον, οὐράνιον καὶ ὑπερκόσμιον καὶ νοερόν. Πάντα γὰρ ἐν αὐτῇ τὰ πρὸ αὐτῆς, ἃ διεῖλεν εἰς τὸ ἔγχρονον καὶ τὸ ἄχρονον ὁ Παρμενίδης, καὶ πάντα ἐν αὐτῇ