Ancient Greek
1561
Damascius, In Parmenidem 1561
Unproofread scanNot analysed yet
ἢ τὸν κατ' ἰδιότητα ταῦτα νοητέον, ἐπεὶ οὐδὲ ὁμοῦ πᾶς ὁ χρόνος ἐν τούτῳ, ὡς ἐν τῷ Θείῳ ἐνὶ τῷ, ἄλλος δὲ καὶ ἄλλος ὁ χρόνος, ὡς Παρμενίδης βούλεται. Μήποτε οὖν τολμητέον ὅ ψάλαι ὠδίνομεν νῦν ἐξειπεῖν· μήποτε γὰρ ἐστί τις μεταβολὴ περὶ τὴν ἡμετέραν οὐσίαν· ὅτι μὲν γὰρ οὐδὲ αὐτὴ αἰώνιος καὶ ὁ Τίμαιος διδάσκει σαφῶς, ὅτι δὲ οὐδὲ