Ancient Greek
1567
Damascius, In Parmenidem 1567
Unproofread scanNot analysed yet
ψυχὴν ἀποφηνάμενος, καὶ ταύτῃ ἄρα τὸ εἶδος αὐτῆς ἐν γενέσει τινὶ καὶ ῥοῇ ὑφέστηκεν. Ἔτι τοίνυν κατιοῦσα μὲν εἰς γένεσιν προβάλλεται μυρίας ὅσας ζωάς, καὶ δηλοῦσι πρὸ τῶν ἐνεργουσῶν τὰς οὐσιώσεις, σιώδεις, ἀνιοῦσα δὲ ἀναστέλλει μὲν ταύτας καὶ συναίρει καὶ ἀφανίζει, ἵστησι δὲ αὐτὴν κατὰ τὸ ἡνωμένον ὡς μάλιστα καὶ ἀμέριστον. Αὐτὴ οὖν ἑαυτὴν ἄγει ἄνω καὶ κάτω ἔνδοθεν ἐκ