Ancient Greek
1582
Damascius, In Parmenidem 1582
Unproofread scanNot analysed yet
τὸ χεῖρον καὶ κρεῖττον· ὥστε κἂν ἀπὸ χείρονος εἴδους αὐτὸ ἀναστὰν ἐπὶ τὸ κρεῖττον μετέβη, αὐτὸ ἑαυτὸ κεκίνηκεν ὡς αὐτοκίνητον· οὕτω δὲ καὶ ἐπὶ τὸ χεῖρον. Οὐ γὰρ ἐστί, ἵνα καὶ πρὸς τὸν δεύτερον ἀπαντήσωμεν, αὐτοκίνητον ἀγαθὸν ἢ κακόν, τὸ γε τῆς ἡμετέρας προαιρέσεως, ἀλλ’ αὐτοκίνητον ὀφείλον ἀγαθὸν εἶναι, δυνάμενον δὲ καὶ πρὸς τὸ χεῖρον ἑαυτὸ κινεῖν. Οὕτως ἄρα καὶ