Ancient Greek
1591
Damascius, In Parmenidem 1591
Unproofread scanNot analysed yet
γένεσις, ἐκεῖνο δὲ ὡς οὐσία καὶ ὁμοῦ. Τὸ τοίνυν τέταρτον συγκρίνεσθαι οὐ ταῦτα ὄντα τῷ πληθύεσθαι καὶ ἐνί- ζεσθαι· ἐπεὶ ταῦτα μὲν ἀριθμοῦ μείωσιν ἔχει καὶ αὔξησιν, ἑκεῖνα δὲ μάνωσιν μόνον καὶ πύκνωσιν τῶν αὐτῶν, σημαίνει τε τὰ μὲν κάθοδον εἰς μερισμὸν καὶ ἄνοδον εἰς τὸ ἀμέριστον, τὰ δὲ ἐπιστροφὴν τε εἰς ἑαυτὸ καὶ ἐκστασιν εἰς τὸ ἐξω, ἢ κόλλησιν