Ancient Greek
1604 to 1605
Damascius, In Parmenidem 1604-1605
Unproofread scanNot analysed yet
μὲν χρόνου μετέχειν ἀπὸ τῶν ὑπουρανίων Θεῶν ἐγγέγονεν ταῖς ψυχαῖς. Διὸ καὶ τὰ ἄλλα ἀποδείκνυται κατὰ τὴν γιγνομένην οὐσίαν, ὥσπερ κατὰ τὴν ἄχρονον αὐτὰ τὰ εἴδη ὡς ὄντα· ἄλλο γὰρ τὸ εἶναι ὅμοιον καὶ ἀνόμοιον τοῦτο τὸ ἕν, ἄλλο τὸ ὁμοιοῦσθαι καὶ ἀνομοιοῦσθαι. Τοῦτο μὲν γὰρ ὡς γιγνομένῳ τῷ ἐνὶ πάρесθιν, ἐκεῖνο δὲ ὡς ὄντι, καὶ τὰ ἄλλα ὡσαύτως. Διὰ τοῦτο μὲν τὸ ἔσχατον συμπέρασμα προὔταξεν ὅτι κατὰ τοῦτο ἡ γένεσις, κατὰ δὲ τὴν γένεσιν καὶ τὰ ἄλλα ἤμελλεν συμπεραίνεσθαι· ὥστε τοῦτο μὲν ἀπὸ τῶν ὑπουρανίων Θεῶν ἥκει τὸ ἰδίωμα τῆς ψυχῆς, τὸ δὲ ἴσον καὶ ἄνισον ἀπὸ τῶν οὐρανίων, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἀπὸ τῶν ὑπερουρανίων, τὸ δὲ συγκρίνεσθαι κοινῶς ἀπὸ πάντων τῶν νοερῶν· ἐν παντὶ