Ancient Greek
1609
Damascius, In Parmenidem 1609
Unproofread scanNot analysed yet
καὶ ἀπολλύμενον καὶ ἐν τῷ τετάρτῳ συμπεράσματι τοῦ συγκρίνεσθαι καὶ διακρίνεσθαι· ὅτι δὲ ἕκαστον μετὰ τῆς γενέσεως καὶ κατὰ τὴν γένεσιν, καὶ διὰ τῶν γενεσιουργῶν προάγει Θεῶν, ἐνδείκνυται καὶ τοῖς ἐξῆς, τὸ γίγνεσθαι προστιθεὶς καὶ πᾶσιν ἀπλῶς, πλὴν ἑνὸς τοῦ πρώτου, δι’ οὗ τὴν ἀγέννητον ἐνδείκνυται γένεσιν τῶν οὕτω κατιέναι δυναμένων ψυχῶν. πρὸς τὸ ἐξ ἀρχῆς Διατοῦτο ἐν παντὶ νῷ