Ancient Greek
1611 to 1612
Damascius, In Parmenidem 1611-1612
Unproofread scanNot analysed yet
μὲν οὖν καὶ στάσεις δεῖ ταῖς κινήσεσιν συμπλέκειν φανερὸν· μεταξὺ γὰρ τῶν κινήσεων καὶ τῶν στάσεων θεωρεῖ τὸ ἐξαίφνης· ἐν δὲ τοῖς ἤδη συναχθεῖσιν οὐδαμοῦ στάσιν ἐνεδείξατο οὖσαν· αἱ γὰρ γενέσεις καὶ αἱ κατὰ χρόνον μεταβολαὶ κινήσεις ἦσαν. Ἄρα οὖν τὴν κινουμένην οὐσίαν εἰπὼν τῆς ψυχῆς νῦν, ἐν τῷ ἀχρόνῳ τὴν στάσιν εἰσήγηται, καὶ πῶς; ἐν μέσῳ γὰρ στάσεως καὶ κινήσεως τὸ ἐξαίφνης. Ἄλλ’ ἄρα νῦν προστίθησιν τῇ κινήσει τὴν στάσιν; καὶ τί οὖσαν ἄλλο τὴν στάσιν ἢ γένεσιν καὶ ἄχρονον οὐσίαν; ὥστε περιέχεται ἐν ταῖς γενέσεσιν καὶ ἡ στάσις ταῖς εἰρημέναις. Διὰ τί οὖν οὐ καὶ ἀπὸ τούτων ἐποιήσατο συμπέρασμα ἴδιον ἀπὸ στάσεως καὶ κινήσεως, ὡς ἀπὸ τοῦ ἑνὸς καὶ τῶν πολλῶν, καὶ ἀπὸ τοῦ