Ancient Greek
1614 to 1617
Damascius, In Parmenidem 1614-1617
Unproofread scanNot analysed yet
ἐπισχοῦσαν τὴν ἄνοδον διατρίψειεν, ἴσλασθαι λέγεται· εἰ γὰρ καὶ ἀεικίνητος, ἀλλ’ ἡ περὶ τὸ αὐτὸ ἠρεμιζομένη ἐνέργεια στάσις ἐσὶν ἡ νῦν προκειμένη· καὶ εἰ ἠρέμισται δέ, συμπαραγίνεται δὲ τῷ χρόνῳ ἡ σιᾶσα ἐνέργεια· καὶ οὕτως οὐ κωλύεται τὸ ἀεικίνητον, ὅπως ἂν ταῦτα νοοῖμεν εἴτε κατ’ οὐσίαν, εἴτε κατὰ τὰς ἐνεργείας. Ἀνωτέρω μὲν οὖν γένεσιν ἀπλῶς ἐσκόπει καὶ φθοράν, διελὼν δὲ εἰς κίνησιν καὶ στάσιν τὰ εἰρημένα συμπεράσματα, θεωρεῖ μεταξὺ τῶν ἀντικειμένων γενέσεων τὴν ἄχρονον φύσιν. Ὡςπερ δὲ τὰ πρότερα συμπεράσματα κατὰ γενέσιν ἐλαμβάνετο καὶ φθοράν, οὕτω τὰ ἀποφατικὰ κατὰ στάσιν καὶ κίνησιν. Αἴτιον δὲ καὶ τούτου, ὅτι ἡ ψυχή, ὡς μὲν οὐσία, κινούμενόν ἐσλι καὶ ἐσλώς (ἐπειδή ἡ ζωογόνος θεότης προείληφεν αὐτῆς τὴν πρὸς τὸ Ζν. ὁποσον οὖν Β πρὸς τὸ ζον. ἐπὶ τούτων. ἐπισχοῦσα ἡ ψυχή). συμπαραγίνεται δὴ. Ανωτέρω] πηγήν), ὡς δὲ γένεσις, χρόνου ἄλλου καὶ ἄλλου μετέχει, μᾶλλον δὲ κατὰ χρόνον ἐπιδείκνυσι καὶ τὴν ζωογόνον αὐτῆς ἰδιότητα. Διὸ μετάληψίς ἐστι τὸ κινεῖσθαι καὶ ἰστάναι ἀντὶ τῆς γενέσεως· καὶ ἀπ’ αὐτῆς ὅθεν ἴδιον οὐκ ἐποιήσατο συμπέρασμα τοῦτο, ὡς περιεχόμενον μονοειδῶς ἐν τῇ γενέσει, ἐπεὶ κατὰ γε τὸ ἄχρονον, ὥσπερ ἐν καὶ πολλά, καὶ οὔτε ἐν οὔτε πολλά, οὕτω καὶ κινούμενον νούμενον καὶ ἑστώς, καὶ οὔτε κινούμενον οὔτε ἑστώς. Τοῦτο δὲ τὸ ἄχρονον ἀναγυμνοῦται μεταξὺ τῶν κινήσεων καὶ τῶν στάσεων, ὡς δυεῖν εἰδῶν γενεσιουργῶν. Τί οὖν τοῦτό ἐστι τὸ ἐξαίφνης, καὶ τί τὸ ἄχρονον, ὅπερ ὄγδοον ἦν; Ἄρα τὸ αἰώνιον τῆς ψυχῆς καὶ τὸ ὂν