Ancient Greek
1620 to 1621
Damascius, In Parmenidem 1620-1621
Unproofread scanNot analysed yet
ἐνεργείας ὁρῶν τὴν γένεσιν· εἰ δὲ περὶ τὴν οὐσίαν καὶ ταύτην, πῶς τὸ ἐξαίφνης αὐτῷ προθήσεται καὶ τὸ ἄχρονον; Ἄρα οἷον κέντρον εἴη ἂν τῆς γενέσεως τοῦτο περὶ αὐτὸ κυκλουμένης; καὶ πῶς ἐστὶ πότε ἐν τῇ ἐσχάτῃ ζωῇ κατὰ τὸ κέντρον ἀπογυμνωθεῖσα τῆς γενέσεως; Πῶς δὲ καὶ ἐν τῷ μέσῳ τῶν γιγνομένων κινήσεων καὶ στάσεων τὸ ἐξαίφνης συνίσταται; τούτων γὰρ ὑπερανέχει τὸ ἄχρονον, κέντρον γε ὂν, ἀλλ’ οὐκ ἐν τῇ περιφερεία τεταγμένον. Πῶς δὲ οὐ διασπάσομεν τὴν ψυχὴν εἰς ὂν καὶ γιγνόμενον, ἄλλο καὶ ἄλλο μόριον; Τί δὲ ἐστὶ τὸ αὐτοκίνητον; εἰ μὲν γὰρ τὸ γιγνόμενον, οὐκ ἂν εἴη τὸ ὂν αὐτῆς αὐτοκίνητον, ἀλλ’ ἀκίνητον· εἰ δὲ τὸ ὂν, οὐκ ἂν εἴη τὸ γιγνόμενον, ἀλλ’ ἑτεροκίνητον. Καὶ τί