Ancient Greek
1624 to 1626
Damascius, In Parmenidem 1624-1626
Unproofread scanNot analysed yet
κινούμενον οὔτε ἕσιώς, καὶ δὴ καὶ γιγνόμενον καθόλου καὶ ἀπολλύμενον, καὶ οὔτε γιγνόμενον οὔτε ἀπολλύμενον, ὥστε καὶ ἀκίνητον κατὰ τὸ αἰώνιον, καὶ ἑτεροκίνητον κατὰ τὸ ἐχρονον, καὶ αὐτοκίνητον ἄρα κατὰ τὸ σύγκρατον. Ἡ γὰρ κινοῦν, ἀκίνητον, καὶ ἡ κινούμενον, ἐτεροκίνητον, ἥ δὲ τὸ αὐτὸ ἄμφω, αὐτοκίνητον. Διὸ μετὰ τοῦ ἀμεταβλήτου ἔχει τὸ μεταβαλλόμενον, ὡς μετὰ τοῦ κινοῦντος τὸ κινούμενον· ὥστε καὶ αὐτομετάβλητος, καὶ ἀειμετάβλητος ἄρα, οὕτως τὸ τοῦτῳ ἔχουσα τὸ εἶναι ἀεί, ἐν τῷ συναλλοιοῦν ὡς ἑαυτήν, κατὰ τὸ αὐτομετάβλητον τῆς οὐσίας, οἷον ποτὲ μὲν μᾶλλον συναιρουμένην, ποτὲ δὲ ἥτιον. Ἡ μὲν δὴ ψυχῆς οὐσία συγκέκραται παντάπασιν ἐξ ἀμφοῖν, καὶ οὐδέτερον τοῦ ἑτέρου χωρὶς· ταῦτόν γάρ ὡς ἑκάτερον τῷ ὑποκειμένῳ, εἰ καὶ τῇ στοιχειώσει ἰδιότητι, ἄλλο καὶ ἄλλο καὶ ὁμοῦ τῆς ψυχῆς καταφατικόν τε καὶ ἀποφατικόν, ὡς ἂν εἴποι τις. Ὁ μέντοι λόγος ἰδίᾳ μὲν τὸ γιγνόμενον αὐτῆς καὶ ἔγχρονον παραδίδωσι διὰ τῶν καταφάσεων· τὸ δὲ ἀληθές, μία τούτων ἡ σύγκρατος ἰδέα καὶ φύσις, ὥστε πανταχοῦ μὲν πάντα. Ἄλλ’ ἐπειδή μετέχει ἀλλήλων ἐν τῇ συγκράσει, τὸ τε ἔγχρονον αἰωνίζεται ὡς καὶ οὐσίωται τὸ γενητόν· καὶ αὖ