Ancient Greek
1635
Damascius, In Parmenidem 1635
Unproofread scanNot analysed yet
ψυχικόν· καὶ διὰ τοῦτο, τοῦτο μὲν ἐξαίφνης, ὅτι νοητὸν τρόπον τινὰ καὶ αἰώνιον, ἐκεῖνο δὲ νῦν, ὡς χρόνου πέρας τοῦ μετροῦντος τὴν σωματοειδῆ γένεσιν. Πρὸς δὲ τὸ δωδέκατον πάντως μὲν ὅτι καὶ ἐν ταῖς κρείττοσι ψυχαῖς, ἐστὶ τὸ μεταβαλλόμενον ὡς καὶ ἔνδον τῆς οὐσίας· ἀλλὰ μάλιστα διαφαίνεται παρ' ἡμῖν ἡ μεταβολή. Καὶ ἔτι ἄλλως μὲν ἐκεῖναι μεταβάλλονται, καὶ ἀγεννῶς νήτως