Ancient Greek
1641 to 1642
Damascius, In Parmenidem 1641-1642
Unproofread scanNot analysed yet
λέγειν ὅτι τὸ μὲν πρῶτον ἐν ἀποφατικῶς ἐξῆρται πάντων, τὸ δὲ δεύτερον καταφατικῶς διὰ πάντων προῆει, τὸ δὲ τρίτον πάλιν ἀποφατικῶς ἐπιστρέφει εἰς τὰ πρὸ αὐτοῦ. Διὸ καὶ τὸ κρεῖττον αὐτοῦ εἴδος αἱ ἀποφάσεις ν. Φάσεις εἰσάγουσιν· ἔπειτα καὶ ἡ μεσότης τῆς ψυχῆς ἀπαιτεῖ τὰ ἀντικείμενα, τὸ μεριστὸν καὶ ἀμέριστον, τὸ ἔγχρονον καὶ ἄχρονον· οὕτως ἄρα τὸ καταφατικὸν καὶ ἀποφατικόν. Φέρε νῦν ὡς οἷόν τε διὰ βραχυτάτων καὶ ταῖς ἀποδείξεσι παρακολουθήσωμεν, εἰ τι εὕροιμεν δεόμενον λόγου τινός. «Οὐκοῦν, εἰ τοιοῦτόν ἐστι· τὸ ἐν οἷον διεληλύθαμεν, ἐν τε ὂν καὶ πολλά, καὶ οὔτε ἐν οὔτε πολλά, καὶ μετέχον χρόνου.» Εἰ γὰρ ἐκ πάντων τῶν εἰρημένων προῆλθεν, δῆλον ὡς μετὰ πάντα ἐστί. Οὐκ ἄρα ἐν μόνον, ἀλλὰ καὶ οὐχ