Ancient Greek
1645
Damascius, In Parmenidem 1645
Unproofread scanNot analysed yet
εἰ ἐν ἐστί μετέχειν οὐσίας, ἀλλ’ οὐχ εἰ πολλά ἐστί, οὐδέ τι τῶν ἄλλων. Ἵνα δὲ μήτις οἰηθῇ πότε εἰρῆσθαι κατ’ ἰδιότητα, ὡς ἐπὶ τῶν τῆς δευτέρας <ὑποθέσεως> συμπερασμάτων, ἐπάγει σαφῆ διορισμὸν τοῦ ἄλλου καὶ ἄλλου χρόνου. Καὶ πρῶτη, ὡς δοκεῖ, ἡ ἡμετέρα οὐσία σχίζει τὸν χρόνον, καὶ μεταβολῆς ἄρχει τῆς κατὰ χρόνον· ὥστε, διαρρήδην εἰπεῖν, λέγω δὴ τὴν μεταβολὴν