Ancient Greek
1648
Damascius, In Parmenidem 1648
Unproofread scanNot analysed yet
κατὰ τὸ ἀληθές, ἐπεὶ καὶ ἡ φθορὰ τοῦ ἑνὸς γένεσις τῶν πολλῶν, καὶ ἡ φθορὰ τῶν πολλῶν γένεσις τοῦ ἑνός. Ἀλλὰ τῇ σχέσει ὅμως διαφέρει ἕκαστον· τὸ γὰρ αὐτὸ πρὸς μὲν ἄλλο φθορά, πρὸς δὲ ἄλλο γένεσις. «Καὶ μὴν ἀνόμοιον τὸ ὅμοιον ὅταν γίγνηται, ὁμοιοῦσθαί τε καὶ ἀνομοιοῦσθαι;» φαίνεται ἐπὶ τῆς ἡμετέρας οὐσίας μὴ ἀκριβολογούμενος περὶ τὴν τάξιν τῶν προβαλλομένων,