Ancient Greek
1675 to 1676
Damascius, In Parmenidem 1675-1676
Unproofread scanNot analysed yet
ἐνεργεῖ ἐν— εργείας ἀπὸ τῆς οὐσίας προβαλλομένης, και εις αυτην ἀνασῆρεφούσας, τοῦτο μεν ὅτι ἀλλοιώσει πως αυτην πρὸς τάδε μᾶλλον η τάδε ἀποκλίνουσαι, ἐκεῖνο δὲ ως ἀπὸ ἀμεταβλήτου μεταβαλλομένη. Μᾶλλον δὲ προβάλλονται μεν ως ἀπὸ οὐσίας ἀμεταβλήτου, μεταβάλλονται δὲ ως ἀπὸ μεταβλητῆς. Ἐνδοθεν γὰρ η ἀλλοίωσις ἄρχεται, και κατὰ ταύτην αι μεταβαλλόμεναι συνίστανται ἐνέργγειαι. Πάσχουσα γὰρ η οὐσία τάδε τοιάσδε ἐνεργείας ἀφήσιν, και πάλιν συνἀλλοιοῦται ταῖς ἐνεργείαις. Εἰσὶ δὲ αι τῶν ἐνεργειῶν ἀκίνητοι, εἰσιν αι τῇ ἀναλλοιώτῳ οὐσία συμπεπηγυῖαι, αι γεννητικαὶ τῶν ἄλλων τῷ ἄγοντι ἄνω η κάτω την ψυχήν. Πέφυκεν ἄρα δι' ἑαυτὴν και ἐνοῦσθαι, οἷον σλομουμένη ὑπὸ τοῦ Θείου φωτός, και πληθύεσθαι ἀποβάλλουσα την σιόμωσιν, και μένουσα δ ην ἦν καθ' εαυτην, μᾶλλον δὲ πάσχουσά τι