Ancient Greek
1686
Damascius, In Parmenidem 1686
Unproofread scanNot analysed yet
καὶ ἀπὸ τοῦ τελείου εἰς τὸ ἄτελές, καὶ ἀπὸ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον, ἔτι δὲ ἀπὸ τῆς θείας ἢ νοερᾶς ἀλλοιώσεως εἰς τὴν διανοητικήν, ἀπὸ δὲ ταύτης εἰς τὴν δοξαστικὴν τε καὶ αἰσθητικήν, καὶ ἀνάπαλιν αὖ κατ’ ἐπιστροφὴν· ἐκεῖ δὲ πάντα ὁμοῦ τὰ μόρια τῆς ψυχῆς ἐνεργεῖ. Διὸ καὶ ὁ Παρμενίδης ἐπὶ τῆς ἡμετέρας ἐτόλμησεν εἰπεῖν ὡς πότε μὲν