Ancient Greek
1695
Damascius, In Parmenidem 1695
Unproofread scanNot analysed yet
ἄλλων ὑπολείπεται φύσις τῇ μεταχειρίσει. Τὸ τοίνυν δεύτερον πρόκειται νῦν διελθεῖν οὐ περὶ πάντων τῶν ἐνύλων εἴδων· τὸ γὰρ Θεῖον ἐν ὕλη εἶδος, ἄτε τοῦ ἑνὸς ἀποκρεμαμένον, καὶ ὅλως τὸ τοῦ ἑνὸς ἀδιάσπαστον ἐν ἐκείναις περιείχετο ταῖς ὑποθέσεσιν· ἀμέλει καὶ αἰσθητὸν ἐποίει καὶ δοξαστὸν ἐκεῖνο τὸ ἓν· καὶ ὅλως ἡ Θεῖα οὐσία πᾶσα μετὰ τοῦ ἑνὸς ἐλαμβάνετο πανταχοῦ. Καὶ