Ancient Greek
1702
Damascius, In Parmenidem 1702
Unproofread scanNot analysed yet
εἴρηται ἐν· πᾶν γὰρ ἐν τὰ ἄλλα ὑφίστησιν καὶ ὑπὸ τῶν ἄλλων μετέχεται, οἷον μετέχει τοῦ ἕνος ὄντος τὰ ἄλλα, μετέχει τοῦ ὅλου καὶ τῶν μερῶν, ἐτι δὲ κινουμένου καὶ ἐστώτος καὶ πάντων ἀπλῶς τῶν προαποδεδειγμένων συμπερασμάτων· ἀλλὰ μέχρι μὲν τοῦ δημιουργοῦ οὔπω ἤν ἄλλα, μόνον δὲ ἴχνη τῶν ἄλλων, ὡς φησιν ὁ Τίμαιος. Ἡ δὲ πρὸς ὕλην τοῦ δημιουργοῦ