Ancient Greek
1713
Damascius, In Parmenidem 1713
Unproofread scanNot analysed yet
ἄλλων διακόσμησις τρισὶ διώρισται διαθήμασιν· ἐστὶ γὰρ ἄλλα τὸ ἐν σῶμα ὑποκείμενον, καὶ τὰ πολλὰ ἐν ὑποκειμένῳ αὐτῷ· ὧν ἕκαστον καθ’ αὐτὸ οὐχ ὑφέστηκεν. Ἄλλ’ ἐστὶν ἄλλα στοιχειώδη, καὶ οἷον ἐνάδες· εἶτα ἐκ τούτων γέγονεν ἄλλος διάκοσμος, ὁ τοῦ ὅλου καὶ τῶν μερῶν. Ὄλον τε γὰρ ὁ σύμπας ὑποσέληνος κόσμος, καὶ μέρη αὐτοῦ ἕκαστον πλήρωμα, καὶ πάλιν ὁλότητες τῶν τεσσάρων