Ancient Greek
1731
Damascius, In Parmenidem 1731
Unproofread scanNot analysed yet
ὡς καὶ ἐν τῇ δευτέρᾳ ὑποθέσει ἐδείκνυτο· τὸ γὰρ ἐξ ἑαυτῶν καὶ ἐκ τοῦ ἑνός», τὸ ὅλον ἐστίν, «ὃ δὴ πέρας αὐτοῖς παρέσχε πρὸς ἀλλήλα»· τὸ μὲν γὰρ ὅλον περιέχει, «τὸ δὲ περιέχον, πέρας «ἡ δὲ αὐτῶν φύσις, ἔφη, καθ’ ἑαυτὴν ἀπειρίαν.» Δῆλον μὲν ὅτι παρέσχε· δῆλον δὲ ὅτι καὶ τὴν αὐτῶν φύσιν λέγει τὴν κατὰ τὴν μετεχομένην ἀπειρίαν ὑφεστώσαν.