Ancient Greek
1735
Damascius, In Parmenidem 1735
Unproofread scanNot analysed yet
ἄλλα σκοπεῖν, πρὸς τε τὸ ἐν ὅπως ἔχει, καὶ πρὸς ἑαυτά· τὸ δὴ «πρὸς ἑαυτά» διεῖλεν εἰς τὸ ἑαυτὰ καὶ ἀλλήλα· καὶ τὰ αὐτὰ δὴ καὶ ἕτερα ἀλλήλων, καὶ κινούμενα καὶ ἐστώτα, οὐ χαλεπόν, φησίν, ἀποδεῖξαι. Ἐνταῦθα γὰρ ἤδη ἡ μὲν κοινωνία ἡ καθ’ ἕν εἶδος, ταυτότης, ἡ δὲ ἀκοινωνησία ἕτερον, καὶ ἡ μὲν οὐκ ἐστίν ἃ καλεῖται, γίνεται δέ,