Ancient Greek
1738
Damascius, In Parmenidem 1738
Unproofread scanNot analysed yet
ἡ ὕλη; Καὶ τέταρτον, πῶς καὶ τὸ ἐν ἀφαιρεῖ τῆς ὕλης· οὕτω γὰρ ἔσται οὐδέν. Πέμπτον, τίνα καὶ ποῖα τὰ συμπεράσματα, καὶ πῶς τεταγμένα. Ἔκτον, διὰ τί ἐν τοῖς ἄλλοις οὐ προσλίθησιν τὰ ὁμοῦ καταφατικὰ καὶ ἀποφατικὰ συμπεράσματα πρὸς τε ἑαυτὰ καὶ πρὸς τὸ ἐν. Ἔβδομον, διὰ τί ἐν τοῖς ἄλλοις τὴν πρὸς τὸ ἐν παραλιμπάνει παραβολήν, αὐτὰ δὲ