Ancient Greek
1740 to 1741
Damascius, In Parmenidem 1740-1741
Unproofread scanNot analysed yet
καὶ τὰς ἐκείνου μιμουμένη ἀποφάσεις αὐτὴ ἔστιν. Περὶ ποίας οὖν ὕλης; ἆρα καὶ περὶ τῆς πρὸς τι ὕλης, ὡς φησι προϊών; καὶ πῶς οἷόν τε τὴν εἰδοπεποιημένην ὑπόσλασιν μὴ μετέχειν ἑνός; Ὅλως δὲ περὶ οὐσιῶν ὁ λόγος, ἀλλ’ οὐ περὶ σχέσεων καὶ μεταφορῶν, ἀλλὰ περὶ πάσης ἆρα τῆς ἀνειδέου ὕλης. Ἡ πρῶτον μὲν ἡ Θεῖα ὕλη συνειληπται τῇ ὅλῃ ἐξηρτημένῃ τῶν Θεῶν ὑποστάσει κατὰ τὴν συμφυῆ πρόοδον, ὡς καὶ ἐπὶ τοῦ σώματος ἐλέγομεν. Δεύτερον δὲ καὶ αὐτὸς ἐν τοῖς εἰς Τίμαιον ἠξίου μὴ πάντη ἀνείδεον εἶναι τὴν θείαν ὕλην· εἰ δὲ καὶ ἀνείδεος, ἀλλὰ τρανῶς ἔχουσα τὸ δυνάμει καὶ ἐγγύς τι εἴδους· ὅθεν καὶ πολλοὺς λέληθεν ὁ οὐρανὸς ἔνυλος ὤν. Ἔτι δὲ ἐκ τρίτων, εἴδωμεν τί τὸ ποιήσαν