Ancient Greek
1772
Damascius, In Parmenidem 1772
Unproofread scanNot analysed yet
ἀπὸ ἀρχῆς. Ὁ δὲ διάλογός ἐστιν περὶ ἀρχῶν· ἢ πρὸς τοῦτό γε ἀντιτίθεμεν τὸν μέγαν Ἰάμβλιχον βλιχον εὖ λέγοντα καὶ τὸ σύνθετον εἶναι ἀρχήν, οἷον τὰ τέσσαρα στοιχεῖα, ἀρχὴ τῶν ζῴων καὶ τοῦ ὑποσελήνου παντός, καὶ σφαῖραι τοῦ οὐρανοῦ, καὶ ὁ οὐρανὸς ἀρχὴ καὶ αἰτία τῆς γενέσεως. Πρὸς δὲ τὸ πρότερον, ὅτι μάλιστα ἐχρῆν συνθεῖναι τὰς δύο τῶν ἄλλων ὑποθέσεις,