Ancient Greek
178
Damascius, In Parmenidem 178
Unproofread scanNot analysed yet
συνθέσεως καὶ πολλαπλασίου. Τῆς δ' οὖν δευτέρας τὸ ἤδη βούλεσθαι γεννᾶν· καὶ ἤδη ἀφορίσαι γεννήματα μέλλοντα ἀφ' ἑαυτῆς προελθεῖν. Διὰ δὲ τοῦτο ὁ Παρμενίδης μάλιστα τῷ ὅλῳ καὶ τοῖς μέρεσιν αὐτὴν ἐχαρακτήρισεν. Ἐπὶ δὲ τούτοις ἤδη ῥαδίως ἐπελευσόμεθα τοῖς ὑπολειπομένοις ζη- τήμασιν, ὧν πρῶτον ἐκεῖνο ζητητέον πότερον κατ' αἰτίαν ἢ καθ' ὕπαρξιν ταῦτα ἐκεῖ τίθεμεν, οἷον τὴν ὁλότητα, τὸν αἰῶνα,