Ancient Greek
18
Damascius, In Parmenidem 18
Unproofread scanNot analysed yet
καθόσον ἐσῆν. Ὁμοίως δὲ καὶ τὸ καλὸν καὶ τὸ δίκαιον ἀντιμετέχει ἀλλήλων, τὸ μὲν καλὸν τοῦ δικαίου, ἵνα τὴν οἰκείαν ἐνέργειαν ἐνεργῇ καὶ ἀσύγχυτον ἢ πρὸς τὰ ἄλλα· τὸ δὲ δίκαιον τοῦ καλοῦ, ἵνα ἐραστὸν ἢ καὶ ἀγαπητὸν καὶ ἐπαινετόν. Ὁμοία δὲ λέγειν καὶ ἐπὶ τῶν πλείστων εὐπορήσομεν. Τὰ μὲν οὖν εἴδη, ὅπερ ἔφην, ἀνάγκη μετέχειν ἀλλήλων, αἱ δὲ ἰδιότητες