Ancient Greek
1811
Damascius, In Parmenidem 1811
Unproofread scanNot analysed yet
ἐν ταῖς ἄλλαις ὑποθέσεσιν τῷ μὲν ἐπέκεινα πάντων τὸ ἐπίταδε πάντων ἀναλογεῖ, τῷ δὲ πλήρει πάντων τὰ εἰδητικὰ ἄλλα, τῷ δὲ τρίτῳ τὸ νῦν προκείμενον ἐν μὴ ὄν, τελειότερον τοῦτο ὄν τῶν ἄλλων ἐκείνων. Ἄει γὰρ τὸ σύνθετον κρεῖττον τῶν οἰκείων στοιχείων. Διὸ καὶ ὡς ἤδη ἐν μὴ ὄν καὶ φαινόμενον ἐν εἰσάγεται, καὶ ὡς τοῦτο σύνθετον ἐν τούτοις, οὕτως