Ancient Greek
1817
Damascius, In Parmenidem 1817
Unproofread scanNot analysed yet
ἐσται ἐν. Ἀλλὰ μὴν καὶ ὅτι σύνθετον δηλοῖ τὸ οὕτως ἔχον» καὶ «οὐχ οὕτως», ἐκ μεταβολῆς αὐτοῦ καταφασκομένου, ὃ γίγνεται κατὰ τὴν συμφθείρουσαν τὰ στοιχεῖα σύνθεσιν, ὡς καὶ αὖθις ἐπιστήσομεν. Ἔτι δὲ ἀλλοιοῦται καὶ γίγνεται καὶ φθεῖρεται, ὃ δὴ τοῖς ἀτόμοις τούτοις καὶ συνθέτοις προσήκει. Καὶ μὴν πρὸς τὸ τέταρτον ἤδη τί ἀποκριτέον; ἀπιδὼν τοίνυν ὁ Παρμενίδης εἰς τὴν τοῦ