Ancient Greek
1823
Damascius, In Parmenidem 1823
Unproofread scanNot analysed yet
ποιεῖ τὴν γνώσιν, καὶ ἄγνοιαν ἐντίθησιν ταῖς ψυχαῖς. Οὐ τοίνυν τοιοῦτον τὸ ἕν μὴ ὄν· ὡρισμένον γὰρ ὄνομα τὸ ἕν, ἀλλ’ οὐκ ἄοριστον, ὡς τὸ μὴ ὄν μὴ εἶναι· τοῦτο δὲ πιθανόν, εἴπερ τι τῶν εἰρημένων. Τὴν δὲ γνώσιν ἐν τῷ δευτέρῳ διορισμῷ φαίνεται εἰσηγούμενος, ἐπεὶ καὶ τὸ ἕν μὴ εἶναι δοκεῖ ἀναίρεσις εἶναι τοῦ ἑνός, ὥστε πάλιν ἀνάγκη ἀορισταίνειν·