Ancient Greek
187 to 189
Damascius, In Parmenidem 187-189
Unproofread scanNot analysed yet
ἀδιάκριτον οὐ δεῖται αἰῶνος, οὐδὲ τὸ πάντη διακρινόμενον δύναται μετέχειν ὅθεν καὶ εἴ τίς ἐσῆν ἐν τῷ νῷ διάκρισις, ὁπωσοῦν ἐκφεύγουσα τὴν ἕνωσιν καὶ τὸ ὁμοῦ, χρόνος ἂν καὶ ταύτην ποιοῖ ὁ νοερὸς, δηλονότι καὶ ἕξιος ἢ πῶς οὐ μεθέξει καὶ τῆς χρονικῆς ἰδιότητος ὁ νοῦς, εἰ ἐν αὐτῷ ὁ χρόνος ἐκεῖνος; Καὶ μήποτε τοῦτον περιενόει καὶ ὁ μέγας Ἰάμβλιχος, ἀξιῶν αἴτιον εἶναί τι τοῦ προτέρου καὶ ὑστε- ρου τῶν εἰδῶν, οὐ τῇ ἰδιότητι, ἀλλὰ τῇ ἕξει, καί, ὡς λέγει ἐκεῖνος, τῇ τάξει τῆς ὑποστάσεως. Δοκεῖ μὲν γὰρ ἄλλο καὶ ἄλλο εἶναι τὸ χρονικὸν ὑστερον καὶ τὸ κατὰ τὴν τάξιν, ἀκριβοῦντι δὲ τὴν νόησιν, ὁ χρόνος, καὶ τῆς τάξεως αἴτιος τῆς κατὰ τὴν ἕξιν εἰ γὰρ καὶ ὁμοῦ πάντα ὁ δημιουργὸς ὑπέστησεν, ἀλλ' οὐχ ὁμοῦ τὰ ὑποστάντα ἐφάνη οὐ γὰρ ἦν αἰώνια ἔγχρονα 2ο δὲ ὄντα, διηρέθη τῷ χρόνῳ εἰς τάξιν πρώτην, καὶ δευτέραν καὶ τρίτην. Τὰ γὰρ πλησιαίτερα τῇ αἰτία ἕξιον ἐγίγνετο καὶ ταύτη πρότερα, καίτοι πᾶντων ὁμοῦ γενομένων αἴτιον δὲ ὅτι οὐ γενομένων ῥητέον, ἀλλ' ὁμοῦ γιγνομένων ἁπάντων, τὰ μὲν ἐν ἀμερεσιέρῳ χρόνῳ