Ancient Greek
1870
Damascius, In Parmenidem 1870
Unproofread scanNot analysed yet
συμπεφυκότα καὶ δοκοῦντα εἶναι διάφορα· ὅθεν καὶ ἑαυτῷ δείκνυται ὅμοιον. Εἰ γὰρ εἴη ἀνόμοιον ἑαυτῷ, καὶ τὸ δοκοῦν ἀπολέσειεν. Δοτέον ἄρα αὐτῷ τὴν πρὸς ἑαυτὸ ὁμοιότητα, ἵνα καὶ ὁπωσοῦν διακρατήσωμεν αὐτοῦ τὸ ἐνοειδές, ὡς ὅμοιον ἑαυτῷ φανταζόμενον. Κατὰ γοῦν μόνον τὸ ἑνοειδὲς ὅμοιον ἑαυτῷ, ὡς φησιν ὁ Παρμενίδης, ἐπεὶ ἢ γε ἄλλη φύσις ἐν τοῖς ἄλλοις τέτακται, ἐν οἷς ἡ