Ancient Greek
1885 to 1887
Damascius, In Parmenidem 1885-1887
Unproofread scanNot analysed yet
καὶ φθορὰ ἐμφανής. Εἰ γὰρ καὶ οὔτε γίγνεται οὔτε φθείρεται, συνάγεται· καὶ εἴπερ ἡ ἰσότης πρὸς τῇ ἀνισότητι, ἀλλ’ ἡ τε ἰσότης κατὰ ἔμφασιν ἐν τούτοις· διόπερ εἰληπται ὑπὸ σμικροτέρου καὶ μείζονος καὶ διὰ τοῦτο φαντάζεται ἡ τε ἀπόφασις τῆς γενέσεως καὶ τῆς φθορᾶς οὐκ ἐξ αὐτὰ ἐκβαίνειν τῆς ἐσχάτης ταύτης καταφάσεως τοῦ γίγνεσθαι καὶ φθείρεσθαι. Διόπερ ἀπὸ τοῦ μὴ ἀλλοιοῦσθαι συνάγεται· τὸ δὲ μὴ ἀλλοιούμενον ἦν τὸ μένον ἐν τῷ ἀλλοιοῦσθαι. Ἄλλ’ ἐπὶ τούτοις καὶ τῇ λέξει ἐπακολουθήσωμεν, εἴ τι πλέον ἡμῖν καὶ ταύτῃ ἐπιοῦσιν ὀφθήσεται. Μήποτε οὖν οἱ προληφθέντες διορισμοὶ πρὸς τοῖς εἰρημένοις καὶ ἀφορμὴν καταβάλλονται πρὸς τὰς ἀποδείξεις· ὁ μὲν πρότερος ὅτι οὐκ ἄλλα τοῦτο τὸ ἓν, ἀλλ’ ἓν ὡς ἓν ἄλλοις, διὰ τοῦτο καὶ ἓν ὑπόκειται καὶ μὴ ὅν ὅτι ἐν τοῖς μὴ ἓν ἔχει τὸ εἶναι ἓν· προσκείσεται γὰρ ὕστερον καὶ τῷ μὴ εἶναι τὸ εἶναι. Ἐν ἄρα μὴ ὅν ἐστὶν τὸ ὅλον τοῦτο· ἔχει ἄρα καὶ ἄλλα πρὸς ἃ συγκριθήσεται ἴδια μὴ ἓν, μὴ ὄντα ἐστίν, ὥστε «πᾶν τοῦναντίον» σημαίνειν, εἴπερ ἀντίκειται πᾶν ἐν τοῖς ἑαυτοῦ ἄλλοις. Ὁ δὲ δεύτερος ὅτι