Ancient Greek
1902
Damascius, In Parmenidem 1902
Unproofread scanNot analysed yet
εἰ δὲ τις λέγοι μὴ ἔστω τὸ ἐν, ν. μηδὲ ἀφορίσθω διὰ τοῦ ἐκείνου. Εἰ τοίνυν μηδὲ ἐν εἴη, μήτε πρὸς τὸ ἐν ἀντιδιαστελλόμενον διὰ τῆς ἀντωνυμίας, οὐκ ἔσται αὐτοῦ τὸ μὴ εἶναι καθ’ ἑτερότητα τὴν πρὸς τὸ κυρίως ἐν. Ἄμα γὰρ τῇ ἑτερότητι καὶ ἡ διαστολή, ἄμα δὲ ταύτῃ τὸ ἐκεῖνο καὶ τοῦτο. Οὕτως οὖν ἔσται τὸ μηδαμῶς