Ancient Greek
1908 to 1909
Damascius, In Parmenidem 1908-1909
Unproofread scanNot analysed yet
ἀπεστενωμένον· 1ο δοκεῖ γὰρ τὸ ἄτομον, ὥσπερ τὸ ἐν, ἀδιαίρετον εἶναι. Ἐπὶ τούτοις δείκνυσιν ὅτι ἀνόμοιον τὸ ἐν τοῦτο τοῖς ἄλλοις, εἶτα ὅτι ὅμοιον ἑαυτῷ. Καὶ εἴρηται διὰ τί οὔτε ἀνόμοιον ἑαυτῷ, οὔτε ὅμοιον τοῖς ἄλλοις ἀποδείκνυται· ὅτι ἀνόμοιον ἑαυτῷ ὡν ἀπολεῖ καὶ τὸ φαίνεσθαι ἐν, ὅμοιον δὲ τοῖς ἄλλοις ὡν, ἐλεγχθήσεται ὡν τῆς τῶν ἄλλων φύσεως. Μόλις γὰρ οὕτω διακρατεῖται ἐν τῷ φαινομένῳ ἐνί, εἰ ἑαυτῷ μὲν ὅμοιον εἴη, τοῖς δὲ ἄλλοις ἀνόμοιον. Ἐπιστήσαι δὲ χρὴ ὅτι καὶ τὴν ἀνομοιότητα κατὰ τὴν ἑτεροιότητα δείκνυσιν, οὐ κατὰ τὴν ἑτερότητα, διότι καὶ ἡ ἀνομοιότης φαινομένη ἐστὶν καὶ ἀνομοιοειδής, ἀλλ’ οὐ τῷ ὄντι ἀνομοιότης, ἢ καὶ ἡ παρέγκλισις τοῦ ὀνόματος οὐ δύναται τοῦτο παριστάνειν, ὡς τὸ φαινόμενον ἕτερον τὸ ἑτεροῖον.